TLG 2193 002 :: [ARETADES] :: Fragmenta

[ARETADES] Hist.
(Cnidius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), Fragmenta. Paris: Didot, 1841–1870: 316.

frr. 1–3

Citation: Fragment — (line)

t1

ΜΑΚΕΔΟΝΙΚΑ. E LIBRO TERTIO.

1

Plutarch. Par. m. c. 11: Δαρεῖος ὁ Πέρσης, ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ, καὶ ἑπτὰ σατράπας ἀποβαλὼν, καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς. Ἀριο‐
5βαρζάνης δὲ ὁ υἱὸς, συμπαθῶς διακείμενος πρὸς Ἀλέ‐ ξανδρον, ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. Ἀγανα‐ κτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν· ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν.

t2

ΦΡΥΓΙΑΚΑ.

2

Idem De fluv. c. 12, 2: Γεννᾶ‐ ται δ’ ἐν αὐτῷ λίθος, αὐτόγλυφος καλούμενος· εὑρίσκε‐ ται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦ‐ τον τὸν λίθον ἐὰν εὕρῃ τις, σπανίως εὑρισκόμενον, τῶν
5ὑποτεμνομένων οὐ ξενίζεται, ἀλλ’ εὐψύχως φέρει τῆς παρὰ φύσιν πράξεως τὴν ὄψιν· καθὼς ἱστορεῖ Ἀρετά‐ ζης (sic) ἐν τοῖς Φρυγιακοῖς.

t3

ΝΗΣΙΩΤΙΚΑ. E LIBRO SECUNDO.

3

Idem Par. m. c. 27: Τελαμὼν ὁ Αἰα‐ κοῦ καὶ Ἐνδηΐδος, ἐλθὼν εἰς Εὔβοιαν *** νυκτὸς ἔφυ‐ γεν. Ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας, ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι
5τῶν δορυφόρων. Ὁ δ’ ἐλεήσας ἀπημπόλησε· προσσχού‐ σης δὲ τῆς νεὼς Σαλαμῖνι, Τελαμὼν ὠνήσατο· ἡ δ’ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νη‐
σιωτικῶν.316